Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.209 Joseph. AJ 20.214 (English) >>Joseph. AJ 20.218

20.212σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν. μῖσος οὖν αὐτῷ παρὰ τῶν ὑπηκόων ηὔξετο διὰ τὸ περιαιρούμενον τὰ ἐκείνων εἰς ξένην πόλιν κοσμεῖν. 20.213λαμβάνει δὲ καὶ Ἰησοῦς τοῦ Γαμαλιήλου τὴν διαδοχὴν τῆς ἀρχιερωσύνης παρὰ τοῦ βασιλέως Ἰησοῦν ἀφελομένου τὸν τοῦ Δαμναίου, καὶ διὰ τοῦτο στάσις αὐτῶν πρὸς ἀλλήλους ἐγένετο· σύστημα γὰρ τῶν θρασυτάτων ποιησάμενοι πολλάκις μέχρι λίθων βολῆς ἀπὸ τῶν βλασφημιῶν ἐξέπιπτον. ὑπερεῖχεν δὲ Ἀνανίας τῷ πλούτῳ προσαγόμενος τοὺς λαμβάνειν ἑτοίμους. 20.214Κοστόβαρος δὲ καὶ Σαοῦλος αὐτοὶ καθʼ αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον γένους μὲν ὄντες βασιλικοῦ καὶ διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. ἐξ ἐκείνου μάλιστα τοῦ καιροῦ συνέβη τὴν πόλιν ἡμῶν νοσεῖν προκοπτόντων πάντων ἐπὶ τὸ χεῖρον. 20.215

Ὡς δʼ ἤκουσεν Ἀλβῖνος διάδοχον αὐτῷ Γέσσιον Φλῶρον ἀφικνεῖσθαι, βουλόμενος δοκεῖν τι τοῖς Ἱεροσολυμίταις παρεσχῆσθαι προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῶν προδήλως θανεῖν ἄξιοι, τούτους προσέταξεν ἀναιρεθῆναι, τοὺς δʼ ἐκ μικρᾶς καὶ τῆς τυχούσης αἰτίας εἰς τὴν εἱρκτὴν κατατεθέντας χρήματα λαμβάνων αὐτὸς ἀπέλυεν. καὶ οὕτως μὲν φυλακὴ τῶν δεσμωτῶν ἐκαθάρθη, χώρα δὲ λῃστῶν ἐπληρώθη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.209 Joseph. AJ 20.214 (English) >>Joseph. AJ 20.218

Powered by PhiloLogic